Galatians 6

1Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως
 ἀναπληρώσετε = Treg NA/NIV: || ἀναπληρώσατε = WH RP
ἀναπληρώσετε τὸν νόμον τοῦ Χριστοῦ.
3εἰ γὰρ δοκεῖ τις εἶναί τι μηδὲν ὤν,
 φρεναπατᾷ ἑαυτόν = WH Treg NA/NIV: || ἑαυτόν φρεναπατᾷ = RP
φρεναπατᾷ ἑαυτόν ⸃·
4τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει καὶ οὐκ εἰς τὸν ἕτερον, 5ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.

6Κοινωνείτω δὲ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς. 7μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται· γὰρ
 ἐὰν = WH NA/NIV RP: || ἂν = Treg
ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει·
8ὅτι σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ ἐκ τῆς σαρκὸς θερίσει φθοράν, δὲ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. 9τὸ δὲ καλὸν ποιοῦντες μὴ
 ἐγκακῶμεν = WH Treg NA/NIV: || ἐκκακῶμεν = RP
ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ θερίσομεν μὴ ἐκλυόμενοι.
10ἄρα οὖν ὡς καιρὸν
 ἔχομεν = Treg NA/NIV RP: || ἔχωμεν = WH
ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.

11Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον
 ἵνα = WH Treg NA/NIV: || ἵνα μὴ = RP
ἵνα τῷ σταυρῷ τοῦ
 Χριστοῦ = NA/NIV Treg RP: || Χριστοῦ Ἰησοῦ = WH
Χριστοῦ
 μὴ = WH Treg NA/NIV: || [omit] = RP
μὴ διώκωνται·
13οὐδὲ γὰρ οἱ
 περιτεμνόμενοι = WH Treg NA/NIV: || περιτετμημένοι = RP
περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
14ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ ἐμοὶ κόσμος ἐσταύρωται
 κἀγὼ = WH Treg NA/NIV: || κἀγὼ τῷ = RP
κἀγὼ κόσμῳ.
15
 οὔτε γὰρ = WH Treg NA/NIV: || ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε = RP
οὔτε γὰρ ⸃ περιτομή τί
 ἐστιν = WH Treg NA/NIV: || ἰσχύει = RP
ἐστιν οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.
16καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾽ αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.

17Τοῦ λοιποῦ κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα
 τοῦ = WH Treg NA/NIV: || τοῦ κυρίου = RP
τοῦ Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.

18 χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί· ἀμήν.



Copyright information for SBLG